ἀλλ’ ἐκεῖνο μὲν ἀρχαῖον, ἀλλ’ οὑτοσὶ Δητόïος, ἡνίκα ἐβούλευε, φαίη δ’ ἄν τις αὐτὸν καὶ νῦν διὰ τοῦ παιδός, οὐ τρεῖς ἀποδράντας αὖθις βουλευτὰς ἀπέφηνε, λόχων ἡγησαμένους ἀνθρώπους καὶ στρατιώταις ἐπιτάξαντας καὶ μετ’ ἐκείνων τὸ πολὺ τῆς γῆς ἐπελθόντας καιροῖς
καλοῦσιν ὑπακούοντας; καίτοι ταῦτα ποιῶν ᾔδει κινή- σων ἐφ’ ἑαυτὸν στρατηγὸν δοῦλον ὀργῆς καὶ μεστὸν φορᾶς. ἀλλ’ ὅμως ἐκεῖνος ἔχων τοὺς ἄλλους τευομένους κακῶς καὶ γράμματα τὰ ’κείνων τῷ μὴ καὶ 1 2 3 τά τοῦδε προσλαβεῖν εἶχεν οὐδέν. καίτοι διὰ πότου | 4 καὶ τραπέζης αὐτὸν ἐκλύσειν ἤλπιζε. καὶ ἅμα προπίνων αὐτῷ φιλοτησίαν καὶ τὸ βιβλίον ᾔτει τὴν προσθήκην, ὁ δ’ ἔπιε μέν, δοῦναι δὲ ὅ μὴ καλὸν οὐκ
ἠνέσχετο καὶ διετέλεσε μισούμενος μέν, παθὼν δὲ οὐδέν.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.