μήτηρ ἔτεκε καὶ τὰ ὅπλα λαβεῖν οὐκ ἐδυνήθην. ὁ δὲ τοῦτο μὲν πεποιηκέναι φήσει καὶ συμπαρατάξα- σθαι, τὸ δ’ ἔργον καὶ τὰ ἀπὸ τῆς μάχης οὐκ ἐνεγκεῖν. ἀπορήσει δ’ οὐδ’ ὅστις ἱερῶν χρημάτων οὐδ’ ὅστις ἅπτεται τάφων, αἰτίας ἀφ’ ἦς ἐπὶ ταῦτα ἧκεν, ἀλλ’
ὀδυροῦνται τὴν πενίαν, ὥσπερ αὖ καὶ ὁ προδότης. ἀλλ’ οὐδεὶς τοῖς τοιούτοις σώζεται, τὴν δίκην δὲ χων εἴσεται μόνην οὖσαν σωτηρίαν ἐν τῷ τῆς αἰτίας ἐλέγχῳ.
μὴ προεῖται τὴν βουλὴν μηδὲ κακὸν ἑαυτὸν ἐπέδειξε. καὶ γὰρ εἴ τινα λυπήσειν ἔμελλε καί τινος πειράσεσθαι δυσχεροῦς, τό γε πρὸς τὴν ἐνεγκοῦσαν δίκαιον πρό- τερον ἔδει πεποιῆσθαι καὶ τῆς ψυχῆς αὐτῆς. καὶ πολλοὶ πολλάκις εἰδότες τὸν συμβησόμενόν σφισιν εἰ
μάχοιντο θάνατον ὅμως μάχονται καὶ μυρίοις θνή- σκοντες τραύμασι μετὰ τοῦ χαίρειν ἀπέρχονται. σὺ δὲ 1 2 ποίαν αἰχμὴν ἢ ποῖον βέλος ἢ <τίνα> σφενδόνην τίνα δείσας ἀσπίδα τὴν τοῦ δικαίου τάξιν ἔλιπες; οὐ μέμψεως ἦν ὁ φόβος | καὶ ῥημάτων ὀλίγων; δῶμεν 3 δ’ ὅτι καὶ θανάτου, τί οὖν; οὐ κέρδος ὁ τοιοῦτος θάνατος; ἢ σύ γε οὐκ οἶσθα τοὺς λαμπροὺς ἐκείνους
θανάτους τοὺς ὑπὲρ τῶν πατρίδων;
ἔπαθέ τι κακόν, πρᾶγμα ποιῶν λυπηρὸν μὲν τῷ τότε ἄρχοντι, λυπηρὸν δὲ τῷ τότε σοφιστῇ τὴν πόλιν ἀπὸ νευμάτων ἄγοντι, ἀλλ’ ὅμως οὔτε αἰτούντων χάριν εἶξεν οὔτε ἀπειλούντων ἔπτηξεν, ἀλλ’ ὁ μὲν ἐλειτούρ- γει, τῷ δ’ οὐδὲν δεινὸν οὐδαμόθεν ἦν.
Oratio 49. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.