βουλῇ τοὺς πρώτους ἀπολλύντας τοὺς δευτέρους καὶ τρίτους. ὃ κακὸν μέν ἐστι τοῖς προδιδομένοις, κακὸν δὲ τοῖς προδιδοῦσιν. ἐν γὰρ αὐτοῖς τοῖς δοκοῦσι κέρδεσιν ἡ βλάβη. ἢ πόθεν οἴεσθε τὸν δῆμον οὕτως ἐπῆρθαι καὶ ἀσελγαίνειν καὶ παροινεῖν; ἐῶ τὰ ἄλλα.
ἀλλὰ ἔναγχος οἵας ἀφῆκαν ἐν τῷ θεάτρῳ φωνάς, ἐπεὶ 1 2 3 μὴ χρυσίον εὐθέως εἶχε τῆς τραγῳδίας ἀηδὴς ὑπο- κριτής. ἤλπιζον γὰρ ὑμᾶς σιγῇ καὶ ταῦτα οἴσειν οὐ κακῶς ἐλπίζοντες. οὔκουν ἐγρύξατε.
ὅμοιοι δὲ τοῖς πατράσιν, οἷς τοὺς ἐπὶ τῶν ἀρχῶν καὶ καταπλήττειν ὑπῆρχε. γένεσθε τοῖς πενεστέροις τῶν ἐν τῇ βουλῇ λιμένες καὶ μιᾷ γνώμῃ τὰ συμφέροντα καὶ ζητεῖτε καὶ πράττετε. καὶ τὸ ἑνός τινος ἀγαθὸν κοινὸν κεκρίσθω καὶ τὸ δυσχερὲς ὡσαύτως. ὡς νῦν
γε ἐπιχαίρομεν ἀλλήλοις, καὶ οἱ μὲν πιέζουσιν, οἱ δὲ καταρῶνται. μηδὲν ὑμῖν ἔστω φοβερώτερον τοῦ τὴν πατρίδα κακοῦν μηδ’ αὐτὸς ὁ θάνατος.
Δητόïον ὡς καλὰ περὶ αὑτοῦ διηγεῖται πολλάκις, τὸν Μακρέντοιν, τὸν Μάτερνον, τὸν Ἰουλιανόν, πολλοὺς ἄλλους, τὰς ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς μάχας, ἃς οὐκ ἀζημίους μέν, καλὰς δὲ καὶ οὕτως ἐνόμιζεν; τί τοιοῦτον ἔστιν ὑμῖν εἰς φιλοτιμίαν ἐπαῖρον; περὶ
τοῦ τῶν ὑμετέρων ἐν συνουσίαις διατρίψετε; τίνος μνημονεύοντες ἀμείνους εἶναι δόξετε; νίκας μὲν Ὀλυμ- 5 6 7 πικὰς οὐκ ἐρεῖτε οὐδὲ αἰχμαλώτους καὶ λάφυρα· εἰ δὲ μήτε ἐκεῖνα μήτε ταῦτα, τῷ ποτε χρήσεσθε;
ἀνθοῦσαν.
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.