φοιτῶσι καὶ παρακολουθοῦσιν ἐπὶ τὰς τῶν ἵππων φάτ- νας κἂν ἃ τῶν οἰκετῶν ἐστι ποιεῖν ἐπιταχθῶσι, γεγή- θασιν. οἱ μισθοὶ δὲ τούτων φαγεῖν, πιεῖν, μεθυσθῆ- ναι, βιασθῆναι τοὺς καταδεεῖς. κἂν ἡ Τύχη τινὰ τῶν ἐξάγῃ τῆς πόλεως, πεσόντες εἰς γόνυ καὶ δεηθέν-
τες μένειν ἀπεστέρησαν τῶν παρὰ τῆς Τύχης τὴν πόλιν. εἶτ’ εὐθὺς παρακαλοῦσιν οἰκοδομεῖν. εἶθ’ ἡ κύων ἐμι- 1 2 μήσατο τὴν δέσποιναν οἰκοδομουμένη καὶ αὐτή. τουτὶ δὲ ἐσμὸς κακῶν ἁπάσαις τέχναις. αἱ δὲ παρὰ τῶν κήπων τῷ ἄστει παραμυθίαι διολώλασι, καὶ πανταχοῦ λίθοι καὶ ξύλα καὶ τέκτονες.
ὑβρίζουσι; τί δαὶ Ι αὐτοὺς ἐχρῆν ποιεῖν; αἰδεῖσθαι 3 καὶ τιμᾶν τοὺς σφᾶς αὐτοὺς τεταπεινωκότας; ὁρᾶθ’ ὡς ὑφ’ ὑμῶν αἰ τιμαὶ τῇ βουλῇ διεφθάρησαν. πῶς γὰρ ἂν ὁ δικάζων δύναιτο τὸν τοῦ δεῖνος αἰδεῖσθαι κόλακα τὸν προπεπωκότα αὐτῷ τὰ τῶν ὁμοσκήνων
δένδρα, τὸν καταπολεμοῦντα τὴν βουλὴν ἦς καὶ αὐτὸς εἷναι τέτακται;
Oratio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.