Τύχην ἐν ταῖς παρ’ ἐμοῦ φιλανθρωπίαις. εἶτα σὺ τούτους λαβὼν ἐκμαινεις καὶ κινεῖς ἀνελπίστους μους καὶ ποιεῖς ἀνθρώπους εὐγενεῖς ἀπόρους.
πρᾶγμα, βασιλεῦ, καὶ φρονήσεως καὶ τύχης· σὺ γὰρ μόνος ἂν ἰατρὸς κατασταίης ἕλκους οὐ φορητοῦ. καὶ μήτοι νομίσῃς ἀκούσεσθαι παρ’ ἐμοῦ περὶ νόμου τοὺς μὲν ἐπισχήσοντος, τοῖς δὲ βοηθήσοντος. ἔστι γὰρ καὶ γέγραπται καὶ κεῖται νομοθέτην ἔχων τὸν σβέσαντα μὲν
τυραννίδα, στήσαντα δὲ Σκυθικὴν φλόγα, καὶ μέγιστόν ἐστί μοι κατὰ τῶν πραττομένων, | ὅτι μου συνα- 4 γορεύει τῷ λόγῳ διὰ τοῦ νόμου βασιλεὺς θεοείκελος, εἶπεν ἂν Ὅμηρος, τῇ ψυχῇ μᾶλλον ἤ τῷ σώματι.
τῶν κειμένου; οὐ τὸ τεθῆναι νόμον, γελοῖον γάρ, ἀλλὰ τὸ μὴ γεγράφθαι μάτην. μάτην γὰρ δὴ γέγραπται, μάτην, ὦ βασιλεῦ, ὄντων μὲν τῶν προσιόντων, ὄντων 5 6 7 δὲ τῶν δεχομένων καὶ τῶν μὴ ζητούντων τοὺς συνα- γωνιουμένους καὶ τῶν τοῦτο ποιούντων. ἃ γὰρ ἂν ἐδρᾶτο μηδενὸς νόμου κωλύοντος, ταῦτα κωλύοντος γίγνεται καὶ τό τε ἔργον πολὺ τό τε ὄνομα πανταχοῦ.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.