σκώπτων καὶ κνίζων ῥήμασι καὶ λαμβανόμενος καὶ ἕλκων καὶ ἐπισπώμενος. εἶθ’ ὁ μὲν ἅπτεταί πως καὶ αὐτός, τῶν πεπραγμένων δὲ οὐκ ἴσων εἷναι δοκούντων, μὴ γὰρ εἶναι φωνὴν ἢ χεῖρα τοῖς τοιούτοις ἐπὶ τὸν στρατιώτην, ἀρπάξεθ᾿ ὁ κατηναγκασμένος ἀλγῆσαι καὶ
ἔστιν ἐν τοῖς σημείοις καὶ τὸ μὴ τυπτόμενος ἀποθα- νεῖν ὠνεῖται. πολλὰ τοιαῦτα καθ’ ἑκάστην ἡμέραν καὶ σπείρεται καὶ θερίζεται μικρὰ πρὸς τὸ ῥηθησό- μενον. τὸ δέ ἐστιν αἱ τιμαὶ τῶν ἀρχῶν, ἄργυρος, ἄχθος καμήλων. καὶ παραλείπω τἀκ τῆς ὑμετέρας
οἰκίας εἰς τὰς ἐκείνων καθ’ ἕκαστον ἐνιαυτὸν ἰόντα.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.