πρόφασις τοῦτο δυναμένη ταχέως ἁρπάζεται, καὶ τηλι- καῦτά σφισιν ἔνδον ὄρη χρυσοῦ καὶ ἀργύρου προσ- τιθεμένων ἄλλων ἄλλοις ἀναβέβηκεν, ὥστ’ ἀπιστεῖν ἀκούοντας τῶν ἐπὶ τούτῳ τεταγμένων, εἰ ἔστιν αὐτοῖς ὅσον ἔστιν. ἐν δὲ τοῖς ὑμετέροις θησαυροῖς, οὓς ἔδει
γέμειν μᾶλλον τῆς ἀρχῆς ὄντας ἢ <τοὺς> τῶν ἐπ’ 1 2 3 ὄντων, μικροῦ τοὔδαφος | ἅπαν ὁρᾶται, τὸ κρυπτό- 4 μένον δὲ ὀλίγον. ὑμεῖς δὲ ἀμφότερα εἰδότες οὐδὲν ἐκείνων ἐπὶ τοὺς πολέμους ἕλκετε, ἀλλὰ κειμένων ἀπέχεσθε καὶ ταῦτα ὄντος λογισμοῦ τοῦ παραινοῦντος ἅπτεσθαι.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.