ἀλλ’ ὅτῳ λαφύρων καὶ αἰχμαλώτων καὶ τροπαίων, οἵους τοῖς πατράσιν ὑπῆρχεν τοῖς ἡμετέροις ὁρᾶν. ὧν ὁ πλεῖστον μὲν χρόνον, πλείστων δὲ ἡγησάμενος τιωτῶν ἕνα μὲν μόλις ἀγρὸν ἐπρίατο, ἔτι δὲ τῶν οὐκ 1 2 ἐπαινουμένων, οἰκέτας δὲ εἶχεν ἕνδεκα, ἡμιόνους δεκα, τρεῖς δὲ ἵππους, κύνας δὲ Λακαίνας τέτταρας, ἀλλ’ ὅμως δέος μὲν αὐτοῦ ταῖς τῶν βαρβάρων ἐνῴκει 3 ψυχαῖς. τηθίδα δ’ ἐμὴν | ἔγημεν ἐπὶ μεγίστη
προικί, ἕδνα δὲ ἦν τὸ κλέος. ὁ δὲ γήμας οὐδὲ δει- πνῶν ἐμεθύσκετο, οὐδὲ γὰρ ἐν τῷ στρατηγεῖν οὔτε καλῶν οὔτε καλούμενος, ἀλλ’ ἦρχε καὶ τῆς γαστρὸς οὐχ ἦττον ἢ τῶν στρατιωτῶν. τοὺς δὲ νῦν καὶ αὐτὸ τοῦτο διαφθείρει τὸ ζῆν ἐν τοσούτοις ποιοῦν αὐτοὺς
φιλοψύχους ἀντὶ φιλοτίμων καὶ πεῖθον φεύγειν ἀπὸ τῶν καλῶν κινδύνων ἐπὶ τὰ παρέχοντα τρυφᾶν.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.