ἔστι παρ’ οὐκ ὀλίγοις τούτων καὶ τὸ δύνασθαι παρ’ ὅτου καὶ τὸ βοηθεῖν ἄλλοις ἔστι. πῶς οὖν οὐχ ἱκα- νὸν αὐτοῖς, μᾶλλον δὲ καὶ τούτοις καὶ τοῖς τούτων | πράγμασιν [ἱκανὸν] α οἱ στρατηγοὶ κτώμενοι δι᾿ αὑ- 1 τῶν τὴν πλεονεξίαν; εἰ γὰρ δὴ διὰ τῶν δεσποτῶν,
οὐχὶ καὶ κατ’ αὐτῶν τὰ αὐτῶν ἕξειν ᾤοντο. βουλο- μένοις δ’ ἦν κατὰ πρώτων, ἔπειτα καθ’ ἑτέρων μυρίων, ὅπως ἐξείη δρᾶν ἃ πρότερον διῆλθον. διὰ τοῦτο τοὺς τὴν καλὴν μέν, ἄοπλον δὲ κεκτημένους δύναμιν οὐδὲ ζῆν νομίζουσιν.
ἀσθενείᾳ καὶ ἀνέχεσθαι τῆς τύχης ἢ τοιαύτην ὠνεῖσθαι 2 3 4 5 6 δύναμιν καὶ τοὺς κεκτημένους ἐλέγχειν, | ἐπεὶ καὶ γυνὴ δυοῖν ἀνδροῖν οὖσα δυνατωτέρα ἂν εἴη, ἀλλ’ οὐκ ἂν συνησθείης ἐχούσῃ τὸν μὲν γάμῳ, τὸν δὲ χείᾳ. καίτοι καὶ πλουσιώτερον έστιν εἶναι τὸν μοιχὸν
πολλαχοῦ, παρ’ οὗ πλείω τῇ γυναικὶ γένοιτ᾿ ἂν ἤ τοῦ λαβόντος αὐτὴν μεθ’ Ὑμεναίου. ἆρ’ οὖν οἴσομεν λε- γούσης, ὡς οὐκ ἴσον εἷς καὶ δύο οὐδὲ μέγας καὶ χὺς οὐδὲ ὡραῖος καὶ ἄμορφος; οὕτω μὲν ὃ μάλιστα συνέχει τὸν βίον, ὁ περὶ τοὺς γάμους νόμος, οἰχήσεται.
ἐκεῖνο τοῦ νῦν καὶ εἰ πονηρᾶς δόξης ἀπαλλάττει τοὺς ἐπὶ τοῦ στρατηγεῖν. τὸ γὰρ αὐτὸ καὶ τοῖς ἀδικοῦσι κέρδος καὶ τοῖς ἀδικουμένοις, τοῖς μὲν μηκέτ’ ἀδικεῖ- σθαι, τοῖς δὲ μηκέτ’ ἀδικεῖν.
ταῦτα θερίζειν. καὶ γὰρ οἱ κλέπται καὶ οἱ τοιχω- 7 8 9 ρύχοι καὶ οἱ βαλαντιοτόμοι καὶ οἱ τῶν τάφων ἁπτό- μενοι καὶ οἱ τῶν ἱερῶν χρημάτων πάντες οὗτοι διὰ τὰς ἐφ’ ἑκάστῳ τιμωρίας ἄχθονται. ἀλλ’ οἱ μὲν ἄχθονται, οἱ νόμοι δὲ βοῶσιν ἃ ληφθέντες πείσονται. καὶ τὸ μὲν τολμᾶν οὐκ ἀναιροῦσιν ὅλως, αὐτοῦ δὲ τοῦ τολ-
μᾶν οὐ μικρόν. καὶ οὐδεὶς οὕτως ἀπονενοημένος ὅστις ἂν εἰπεῖν ὑπομείναι, ὅτι, ὦ βασιλεῦ, | τοὺς 10 κωλυτὰς τῶν ἀδίκων τούτων ἀνέλωμεν νόμους, ἵνα μὴ λυπῶμεν τοὺς ἀπὸ τούτων οὐκ ἐωμένους πλουτεῖν μηδ’ εὐποριῶν δοκῶμέν τισι φθονεῖν.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.