βεβοηθηκότος ποιοῖ μερίζων μὲν τὴν εὐνοίαν, μερίζων δὲ τὰ τοῦ σώματος. καὶ γὰρ καὶ τοῦτον ἐχρῆν βάνειν μὲν δίκην, λαμβάνειν δὲ διὰ τοῦ δεσπότου· τὸ δὲ δι’ ἄλλου κἂν ἀποστερήσαι τοῦ δούλου πολλάκις τὸν δεσπότην καταπεφρονημένον ἐκ τῆς παρ’ ἄλλου 15 βοηθείας.
δείσθω. καὶ σύ τ’ ἂν ὠφελοῖο ταύτῃ βλάπτοιτό τ’ ἂν οὐδ’ ἐκεῖνος πεπηγυίας τῆς περὶ ταῦτα τάξεως. οὐ γὰρ δὴ τοῖς μὲν περὶ τὴν γῆν τούτοις καὶ πόρρω τῶν πόλεων καὶ βουσὶ συζῶσιν ἐπείθοντ’ ἂν καὶ συνἐ- πραττον, τοῖς δὲ ἐκείνων κυρίοις οὐκ ἂν προσεῖχον
οὐδ’ ἂν τὸ μὲν παρ’ ἐκείνων λαβεῖν ἡγοῦντο καλόν, 2 3 τὸ δὲ παρὰ τούτων οὐ καλὸν καὶ ταῦτα ἴσον ὄν. ἔστι δ’ οὐχ ὅμοιον τοὺς δεσπότας ὑπὲρ τῶν μένων δοῦναι τοῖς δυναμένοις ἤ τοὺς ἐργάτας ἐπὶ τοῖς δεσπόταις. τὸ μὲν γὰρ βεβαιοῖ τὰ ὄντα τοῖς ἔχουσι, τὸ δ’ οὐκ ἐᾷ θαρρεῖν ὡς ἐπὶ σαθροῖς.
Oratio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.