ζεται, λυπεῖ· τοῖς δὲ ἀνιαθεῖσι τούτοις ἐν τοῖς θεάτροις ἡ τιμωρία. ἐκεῖνα δὲ πολλοῖς ἀνοίγεται. καὶ στρα- τιῶται διαθέουσι σβεννύοντες πῦρ, ξύλα διαρριπτοῦν- τες, οὐδὲν ἐῶντες μένειν, πάντα ἀνατρέποντες. τίς ἂν ἐνέγκαι τετρακοσίους λύκους; πῶς ἔνι, βασιλεῦ, καὶ
τούτοις ὑπηρετεῖν καὶ τῶν ἄλλων μηδὲν παρακινεῖν; ὁ γὰρ ἀξιῶν ἄμφω γίγνεσθαι παραπλήσιον ποιεῖ τῷ τινα στερῆσαί τε τοῖν ποδοῖν καὶ κελεύειν βαδίζειν.
ἐστρωμένων, τραπεζῶν, τῶν ἐπὶ τούτων ἐκπωμάτων, ὀψοποιῶν, τῶν ὑπολυσόντων, τῶν ἀπονιψόντων, τῶν πόρνας ἀξόντων, τῶν ἰατρούς, εἰ δεήσειε. πάντα δὴ ταῦτα καὶ ἔτι πλείω τίνες οἱ παρέχοντες; οὗτοι οἱ μαστιγούμενοι. κἂν συντρίψῃ τούτων ἢ καί τις ὑφέ-
λῆταί τι, τοὺς αὐτοὺς εἶναι δεῖ χορηγούς. καὶ πολλοὶ τῶν διακόνων ὀργῇ τῶν αὐτοῦ καταλυσάντων ἀδίκῳ περιπεσόντες ἀπέθανον, καὶ δεῖ χρήμασι πείσαντα τοὺς τούτων γονεῖς σεσῶσθαι. αὕτη ἡ καταγωγή, βασιλεῦ, κατὰ τῶν καπήλων ἐκτίσθη καὶ ὅ τι ἂν ἐνέγκῃ Ι 4 τὸ καπηλεῖον, τούτου τὸ πλέον ἐκεῖσε πεπόρευται.
πρὸς γὰρ αὖ τοῖς ἄλλοις σεσυλῆσθαι φάσκοντες οὐδὲν τοιοῦτο πεπονθότες διὰ τῶν μισθωτῶν ἐπὶ τοὺς καπή- λους ἰόντες σείουσι.
τηγῶν διαδοχαῖς ἐνταῦθα μνησθῆναι, βασιλεῦ. τίς οὖν ἡ ζημία; κεναὶ- τράπεζαι, <κενοὶ> πίθοι. τὰ μὲν πωλεῖ μὲν ὁ πεπαυμένος ὁμοίᾳ καὶ αὐτὸς ἁρπαγῇ κτησάμενος, κτᾶται δ’ ὁ τὴν ἀρχὴν ἐκδεξάμενος, εἰς τὴν ἡμέραν βλέπων ἐν ᾗ καὶ αὐτὸς ταῦτα ἀποδώσεται.
ρῶνται τοῖς Ι λαμβάνουσιν, ἀλλ’ εὐφραίνονται δι- 8 δόντες βλεπούσαις ὡς εἰπεῖν ταῖς ἑαυτῶν δεξιαῖς εἰς οὐ βλεπούσας τὰς ἐκείνων καὶ κατὰ τοῦτο πλανωμένας. ταυτὶ μὲν οὖν οὐ λογίζομαι, οὐδὲ γὰρ ἐκεῖνοί ποτε· νέους δὲ ἀντὶ γερόντων κίονας τίς οὐκ οἶδε μετὰ βλάβης τῆς τούτων ἀντικαθισταμένους ἢ βαρυτέραις
ἕλξεσιν; ἄμφω γὰρ ἐκείνων, καὶ ἢ μεταφέρειν αὑτοὺς ἀπὸ τῶν τεχνῶν ἐκεῖσε δεῖ ἢ τούτων ἐχομένους μισθῷ πράττειν ἐκεῖνο. καὶ τούτου πολὺ χαλεπώτερον οἱ ὀχετοὶ τὸ πλάτος Ι αὑτῶν κομιζόμενοι δι’ ἐκείνων. 9 ὧν οὐκ ὀλίγοι ζῶντες καταβαίνοντες ἀνιμῶνται νεκροί,
καὶ προσήκει τὸν οὐκ ἀπολούμενον ἐν ἑτέρου κινδυ- νεύειν σώματι, μισθοῦ πάλιν σώματι.
ὄνομα μὲν γὰρ εὐπρεπὲς ἀπὸ τῶν ἐμπόρων τῷ πόρῳ τούτῳ, τῇ θαλάττῃ δὲ ἐκείνων εἰς διάδυσιν χρωμένων 10 11 12 13 οἷς | μόλις ἄρτον προσφέρουσιν αἰ χεῖρες, ἀπόλ- λυνται. διαφεύγει δὲ οὐδὲ ὁ νευρορράφος. οὓς ἐγὼ πολλάκις εἶδον τὴν σμίλην εἰς οὐρανὸν αἴροντας ὀμνύν- τας ἐν αὐτῇ τὰ πάντα εἶναί σφισιν. οὐ μὴν τοῦτό
γε αὐτοὺς ἀπαλλάττει τῶν ἐγκειμένων καὶ ὑλακτούν- των καὶ μόνον οὐ δακνόντων.
κιβώτιον, ἀλλ’ ἵνα αὐτὴν ἴδωσιν εἰς τὴν τοῦ γοντος δεξιὰν ἐρχομένην. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν, ὡς οὐκ ἐχρῆν γε λαμβάνειν, τοῦ πολέμου δεομένου χρημάτων, ἀφ’ ὧν ἔνι καὶ κρατεῖν πολεμίων καὶ σώζειν τοὺς ὑπηκόους, ἀλλ’ ὅτι τοῖς ταῦτα φέρουσιν
ἀνάγκη σκοπεῖν, ὅθεν ἂν καὶ φέροιεν. καὶ τὸν εἰσπράτ- τοντα προσήκει καὶ παρορᾶν τι δύνασθαι ποιοῦντα 14 τοὺς πιεζομένους Ι φέρειν· ὡς ὁ στρέφων καὶ βασανίζων τὰ μέτρα κατὰ τοῦ φόρου τοῦτο ποιεῖ. δεῖ δέ, ὦ βασιλεῦ, μὴ λίαν τῶν λίαν πεινώντων ἐπι-
μελεῖσθαι πλείω τῶν νεύρων τοῦ πολέμου ποιούμε- νον πρόνοιαν.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.