λαύειν, τοσούτῳ μετριώτεροι τῶν πευθήνων ὄντες, ὅσῳ φασὶ δώσειν, εἰ καὶ ψευδεῖς αἰ ὑποσχέσεις. καὶ ὑπὲρ τούτων οἶδα πολλὰ τραύματα καὶ δάκρυα γεγενημένα τοῦ στενωποῦ ταῦτά με διδάσκοντος τοῦ ἐν τῷ βου- 1 λευτηρίῳ. πολλοὶ γοῦν λόγοι τοῖς ὀδυρμοῖς Ι τῶν
παιομένων διεκόπησαν. τί οὖν θαυμαστόν, εἰ παρὰ τῶν κλοπῶν τῶν τοιούτων ἔπραξάν τι περὶ τὰ σταθμὰ τοιοῦτον οἷον οὐκ ἄν, εἰ μὴ ταῦτα ἔπασχον;
τούντων λέγειν ἐν τοῖς θεάτροις εὐφημίας. ἐν γὰρ δὴ τοῖς θεάτροις ἔχουσι τὴν ἰσχὺν δεσποτείαν τῶν ἀγοραίων ἔχοντες διὰ τὴν ἐν ταῖς φωναῖς ἐξουσίαν. καὶ τὸ ἔθνος τοῦτο σκηπτοὺς ἀφιᾶσι καθ’ ὧν ἂν ἐθέ λοιεν καὶ ἐβόησαν καὶ ἔπεισαν, οἱ δέ εἰσιν ἐν κακοῖς.
καὶ τὸ κακῶς Ι ῥηθὲν πέπαυται. δεῖ δὴ προσ- 5 κυνεῖν τούτους ἢ ἀπολωλέναι.
Oratio 46. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.