τῆς κρίσεως αὐταῖς τῶν ἀνδρῶν οἰχομένων, οὓς ἐχρῆν ἡμερῶν <ἀλίγων> οἴκοι πάλιν εἶναι φράσαντας ὅ εἶχον; ἔτι τοίνυν τῶν οὕτως ἀπιόντων δεσμωτῶν τοῖς ἔτι ζῶσι συμβαίνει καὶ λυπεῖσθαι καὶ χαίρειν, λυπεῖ- σθαι μὲν τεθνεῶτος συνήθους, χαίρειν δὲ κληρονο-
μοῦσι τοῦ τόπου. ἔπειτ’ οὐ πολὺ ὕστερον ἧκεν ἕτερος ὁ τὸν ἐκείνου καθέξων.
μεῖν ἐπιτρέπειν; καὶ τίς οὐκ οἶδεν, ὅσα καὶ ὁσάκις εἴρηταί μοι πρὸς αὐτοὺς περὶ τῶν ἐν τῷ δεσμῷ φθει- ρομένων, ὡς ἀσεβοῖέν τε ταύτῃ καὶ τοῖς τῆς πολιτείας οὐκ ἐμμένοιεν ὄροις οὐδὲ μᾶλλον ἂν ἑτέρους δικαίως κολάζοιεν ἢ διδοῖεν αὐτοὶ δίκας ἐπὶ τοῖς ἐκ τῶν 2 3 4 δεσμωτηρίων ἐκφερομένοις νεκροῖς; οἱ δ’ ἔλεγον μὲν ἔσεσθαι βελτίους, ἦσαν δὲ αὐτοὶ τοσοῦτον τοῖς δεσμώ- ταις εἰς ἀναπνοὴν διδόντες, ὅσον ἦγον αὐτοὺς εἰς τὸ πρὸ τοῦ δικαστηρίου χωρίον. ὡς τὴν αὐτήν γε ἤγοντο πάλιν ἐλπίσαντες μέν τι κάλλιον, ἐσχηκότες δὲ οὐδέν.
ἀναγκαιότερα· δεῖσθαι γὰρ τὸν καιρὸν χρημάτων. ἐγὼ δ’ εἰ μὲν ἑώρων περὶ ταῦτα τὸν ἅπαντα ἀναλισκόμενον χρόνον, ἴσως μὲν οὐδ’ ἂν τότε λόγων ἠπόρησα τῶν τῇ σῇ βασιλείᾳ πρεπόντων, ἦν δ’ ἄν τι καὶ τούτοις εἰπεῖν, εἰ καὶ μὴ πάνυ καλόν· νῦν δὲ τίς οὕτως ἀγνοεῖ
τὰ τῶν ἀρχόντων, ὡς οὐκ εἰδέναι, πόσον τι τῆς ἡμέρας εἰσπράξεσι νέμοντες ὁπόσον ἄγουσιν ἐπὶ τὰς δίκας.
Oratio 45. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.