μαθητῶν ἀδικουμένων Ἔριννῦς ἐπ’ ἐκείνους καλούντων λεγόντων οἴα ἀνθ’ οἵων εἰσὶ κεκομισμένοι, τότε δὲ οὐδὲν τοιοῦτον οὐδὲ εἷς θεῶν ἀκούσεται τῆς ἀφορμῆς τῶν 1 δυσχερεστέρων περιῃρημένης. εἴτ’ οὖν τῆς | ἐλ- πίδος ἐκκρούεται, ταύτῃ τὴν ἀηδίαν ἀντιτιθεὶς σωφρο- 2 3 νείτω, εἴθ’ ὧν ἔπαθεν ἀμύνεσθαι βούλεται, πρῶτον μὲν ἃ καὶ αὐτὸς δέδρακε λογιζέσθω, ἔπειτ’ εἰ καὶ προσδεῖν ἔτι τινὸς εἰς τὴν δίκην οἴεται, νομίσας Ἑλληνικὸν εἶναι τὸ τὰ τοιαῦτα ἀφιέναι φερέτω καὶ μὴ τῶν παροξυνόντων τὸν διαλλάττοντα μηδὲ τῶν
προσαγωγέων τὸν σοφιστὴν μηδὲ τῶν νεωτέρων τὸν πρεσβύτερον <χείρονα> νομιζέτω.
πεσόντων ὑμῖν τῶν πραγμάτων. οἱ δέ εἰσι· γεωργεῖν με χρῆν, εἶπέ τις, ἕτερος δέ γε πλεῖν, ἄλλος ἄλλην ἐργάζεσθαι τέχνην, ἄλλος ἄρχουσιν ὑπηρετεῖν. καὶ τραγῳδεῖ δὴ τὴν παροῦσαν πενίαν ἕκαστος καὶ ὡς ἐξ ἐκείνων ἑκάστου μείζων ἂν ἦν πρόσοδος. ταῦτ’ ἐπειδὰν
εἰς τὸ βουλευτήριον ἔλθητε παρ’ ἐμὲ μετὰ τὰς συνου- σίας, θρηνεῖτε. καὶ παρόντας μὲν ἀλλήλους κακῶς οὐ λέγετε, ἠριστηκότες Ι δὲ ἤδη τὸ λοιπὸν τῆς ἡμέρας 4 περὶ τοῦτο ἀναλίσκετε, οἱ μὲν ἐν μέσοις τοῖς συνδίκοις, οἱ δὲ ἐν μέσοις τοῖς στρατιώταις καθήμενοι, τοὺς δ’
ἴδοις ἂν εἰς οἰκίαν ἰόντας ἐπὶ τοῖς ἴσοις τὸ τῶν 5 6 μισούντων ποιοῦντας. τῷ μίσει δὲ ἀφορμὴ τάχα μέν τι καὶ ἄλλο, μεγίστη δὲ αἱ ἀποστάσεις.
ὀρθώσεως, ὃ δυναίμην ἂν παῦσαι, τοῦτο ἵστημι. καὶ σκοπεῖτε, πρὸς Δῖός, τίνες ἀντὶ τίνων ἔσεσθε τοῦ μάλιστα ἐρεθίζοντος ἐκκεκομμένου. ἥδιον μὲν λους ὄψεσθε, καλλίω δ’ ἂν εἴποιτε περὶ ἀλλήλων. οἷς δὲ νῦν ὑποπεπτώκατε, φθέγξεσθέ τι πρὸς τούτους
ἐλεύθερον. παύσεσθε μὲν τοὺς ἐν τοῖς ἄλλοις βίοις εὐδαιμονίζοντες, ὑπάρξει δὲ ὑμῖν ἐξελαύνειν τοὺς φάσκοντας μὲν λόγων ἐπιθυμεῖν, ἕλκοντας δ’ ἐπὶ ῥᾳθυμίαν τοὺς παῖδας. ᾦ γὰρ ἂν τοὺς ἐφ’ οἷς τολ- μῶσιν ἀγανακτοῦντας τρώσαιεν, οὐκέτ’ ἂν ἔχοιεν.
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.