ἄξιον ὑπὸ τῶν πατέρων Ι τοὺς υἱεῖς τῶν μὲν παρ- 1 ὄντων, τῶν δὲ ἀπόντων, ἢ κρίνειν αὐτῶν δυναμένων ἢ τοῖς κρίνειν ἐπισταμένοις χρωμένων, ὁρωμένης δέ τινος ἐν τοῖς νέοις τῶν ἐφεστώτων ῥᾳθυμίας ἐξέστω μέμφεσθαι, κατηγορεῖν, ἐγκαλεῖν, αἰτιᾶσθαι, καὶ καθι-
ζέτω μέν, εἰ βούλοιτο, δικαστὰς ὁπόσους ἂν ἐθέλῃ, τῶν ἔξωθέν τινας τοῖς διδάσκουσιν ἀναμιγνύς, γρα- φέσθω δὲ τὸν ἠμεληκότα παραστησάμενος τὸν νέον. κἂν μὲν ἀρκῇ ποιῆσαι προθυμότερον τὸν ἐξεληλεγμένον, πρᾷός τις καὶ μέτριος νομισθεὶς ἀπερχέσθω, νικῶντος
2 3 4 δὲ μεθιστάναι τὸν νέον ψήφῳ τῶν δικαζόντων τοῦτο ποιήσας μένειν ἐάτω τὰ συγκείμενα. καὶ προσγεγράφθω δέ, ὦ φίλοι, τό· εἰ δέ τις ἁλοίη περί τινα τῶν νέων ἀργότερος γεγονώς, τοῦτον μηδὲν ἀδι- κεῖσθαι νομίζειν, ἢν τῷ νέῳ τις βοηθεῖν οἴηται δεῖν.
συνθηκῶν παραίνεσιν. δεῖ δὲ τοῦτον μὴ μόνον ὃ λήψεται σκοπεῖν, ἀλλ’ ὡς καὶ αὐτὸς ἴσως ἄν τινας τὸν αὐτὸν ἀφαιρεθείη τρόπον. πέφυκε δὲ ἄνθρωπος οὐχ οὕτως εὐφραίνεσθαι κερδαίνων, ὡς ἀλγεῖν ζημιού- μενος. πότερον οὖν κρεῖττον μήτ’ ἐκείνην ἥδεσθαι
τὴν ἡδονὴν μήτε ταύτην λυπεῖσθαι τὴν λύπην ἢ ζῆν ἐν ἀμφοτέροις, ἐλπίδι τε τοιαύτῃ καὶ φόβῳ, καὶ χειμα- ζόμενον τὴν ψυχὴν νύκτα τε καὶ ἡμέραν διάγειν τοῦ μὲν ἐρῶντα, πρὸς δὲ ἐκεῖνο τρέμοντα;
Oratio 43. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.