γνοίης ἂν ῥᾳδίως, <ὦ> βασιλεῦ, διὰ ποίων δὲ πραγ- μάτων κτήσαιτ’ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς.
μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη-
μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι.
εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν 5 6 τὸν υἱόν. οἱ καὶ τὸν γεωργὸν τὸν περιτυχόντα τε καὶ ἀνελόμενον καὶ κομίσαντα κεναῖς ταῖς χερσὶν ἀπέπεμψαν ἔργον ἐχθρὸν ἑαυτοῖς πεποιηκέναι νομίζοντες συμφορὰν ἐξελθοῦσαν αὖθις εἰσαγαγόντα.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.