ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια- λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ | αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων 1 καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν-
ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου- λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη- θέντα καὶ οἱ γονεῖς.
Oratio 42. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.