δῆλον γάρ, ὅτι εἰ τῷ μὴ φθέγξασθαι ταπεινῶσαί σε δεδύνηνται καὶ κατεδουλώσαντο, τῇ γε βοῇ πάλιν ἀνα- στήσαντες ἕξουσιν ἑπόμενον καὶ πρὸς μηδὲν ἀντι- τείνοντα.
χρόνον, ἠχθέσθην δὲ καὶ νῦν· καὶ μειζόνως γε νῦν ἀμείνονός μοι διεφθαρμένης ἐλπίδος. ᾤμην γάρ, εἰ καὶ μηδεὶς ἕτερος, σέ γε οὐδὲν τὰ τούτων νομιεῖν, ἀλλ’ ἴσον ἡγήσεσθαι τήν τε βοὴν τήν τε σιωπήν. νῦν δὲ καὶ σὺ πέπτωκας ἡμῖν καὶ πλείστου σοι τὰ μηδενὸς
ἄξια. τίνος γὰρ ἄξιον αἱ παρὰ τούτων εὐφημίαι τῶν ἐκ παίδων μέχρι τῆς τήμερον ἡμέρας ἐν ἀργίᾳ τε καὶ κακίᾳ πολλῇ βεβιωκότων; οὐκ οἶσθα αὐτούς, ὦ Τιμό- κρατες, καὶ ταῦτα οὕτω πολὺν παρ’ ἡμῖν διατρίψας χρόνον;
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.