ἐστιν ἡ σκηνή, τὰ αὑτῶν δείξαντες ἀπῆλθον γρύξαντος οὐδὲν] οὐδενός, τῷ δ’ ἄρχοντι δεινόν τέ τι τοῦτο φαίνεται καὶ μέγα δυστυχίας μέρος. καὶ καθήμενος νῦν μὲν ἐρυθριᾷ, νῦν δὲ ὠχριᾷ καὶ τὰ μὲν πολλὰ σιγᾷ, λαλῶν δέ τι πρὸς τοὺς πλησίον οὐκ οἶδεν ὅ τι
λαλεῖ. εἶτα λέγει τι διὰ τοῦ κήρυκος πρὸς αὐτοὺς ᾧ πιστεύει κινήσειν τὸ ἡσυχάζον, οἱ δ’ εἰσὶν ἀκούσαντες οἷοι καὶ πρὶν ἀκοῦσαι. τί οὖν ἐπὶ τούτοις ὁ ἄρχων; τοὺς ἡγεμόνας αὐτῶν ἀναζητήσας ἐδεήθη μὴ ταῦτα σφᾶς ποιεῖν. οἱ δέ τινες καὶ προσέθεσαν ἀργύριον. 1 2 τῶν δὲ τὰ μὲν ὑποσχομένων, τὰ δὲ αἰτησάντων λογία γίνεται τοὺς μὲν βοήσεσθαι, τὸν δὲ ἅπαντα χαρι- εῖσθαι.
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.