λέγειν καὶ τὸ τί μεμφόμενοι κάθησθε; καὶ τὸ τοῦ χάριν σεσιγήκατε; καὶ τὸ ὑμᾶς αὐτούς μοι ξατε, ταῦτα καὶ τὰ τοιαῦτα προσαιτούντων ἂν εἴη σαφῶς τὰ παρὰ τούτων. οἱ δ’ ἐπὶ τούτοις ἀναπηδῶν- τες καταβεβληκότες ὥσπερ ἐν πάλῃ τὸν ἄρχοντα παροι-
1 2 3 νοῦσιν οἷς κελεύουσιν ἀνιστάντες τε αὐτὸν ἀπὸ τοῦ θρόνου καὶ προσκυνεῖν ἀναγκάζοντες τὴν πόλιν, αὑτοὺς καλοῦντες πόλιν. ὑμῶν δὲ οἱ μὲν θάτερον ποιοῦσι, τὸ πρότερον, οἱ δὲ καὶ ἀμφότερα. καὶ τοῦτο ὅπως
ποτὲ δεῦρο εἰσῆλθεν, οὐκ οἶδα, ἐπεὶ ἔν γε τοῖς προ- τἐροις χρόνοις οὐδὲν τοιοῦτον οὔτε ἐλέγετο οὔτε ἐπράτ- τετο. οὐδ’ ἑωρῶμεν ἡμεῖς τότε τοιαύτας μὲν στάσεις ἀρχόντων, τοιαύτας δὲ χεῖρας οὐδ’ ἀπιόντα τῶν θεατῶν ἕκαστον πεπεισμένον, ὡς ὑφ’ ἑαυτῷ τὸν ἄρχοντα λάβοι.
καὶ νέοι μετὰ σωφροσύνης ἀναβάντες ἐκεῖσε ταύτην ἀποβαλόντες κατέβησαν. εἰς ἅ μοι δοκεῖ βασιλεύς τις ἀγαθὸς ἀποβλέψας σβέσαι τὸ πρᾶγμα, τὸ δὲ αὖθις ἀνέφυ, καὶ γίνεται τῶν μὲν ἐπιταττόντων, ὑμῶν δὲ
ὑπουργούντων εὔδαιμον τοῦτο ἡγουμένων. καὶ μετὰ ἀναιδείας πέντε ἢ καὶ πλείους ἡμέρας ὁρᾶται διάγον τὸ ἀναβάν, ἦς τὸ μὲν εἰς αὐτούς, τὸ δέ τι καὶ εἰς ὑμᾶς ἔρχεται. καίτοι εἰ τις ὑμᾶς καταβαίνοντας ἀπὸ τῆς πολυειδοῦς μέθης ἐκείνης, περὶ τί χρόνος ὑμῖν 5 6 7 ἀνήλωται τοσοῦτος; ἔροιτο, τίνι βελτίω τὰ τῆς πόλεως πεποιηκότες ἀναστρέφετε; τί, πρὸς θεῶν, ἐρεῖτε; ἦ ὅτι καὶ τῷ λίαν ἀσχημονεῖν εἶναι τόπον ἐχρῆν;
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.