μένων κακῶν, ὀλίγων δέ τινων ἀγαθῶν περὶ μὲν τῶν 1 οὔτοι φαίνονται σεσιγηκότες, περὶ δὲ τῶν τὰ εὔφημα ταῦτα εἰρηκότες καὶ οὔτε ἐκείνους ἀφείλοντο τὴν ἀμείνω δόξαν οὔτε τούτους ἀπαλλάξαντες τῆς χείρονος περιέθηκαν τὴν βελτίω. τί τοίνυν τῶν εὐφημιῶν τὸ κέρδος; ἤδη δέ τινας καὶ χρηστοὺς μετὰ τῶν πονη-
ροτέρων ἐπῄνεσαν, ὥσθ’ ὕβριν εἶναι τοῖς βελτίοσι τὸ πρᾶγμα, εἰ τῶν ἴσων ἔτυχον τοῖς οὐκ ἴσοις.
διατετριφότε. οὗτοι τὴν ἀπὸ τῶν ἄλλων αὐτοῖς γενο- μἐνην δόξαν ἔβλαψαν τῷ τὰς τούτων βοὰς μέγα νομί- σαι καὶ καλόν. καὶ νῦν ὁπότε τις περὶ αὐτῶν γίγνοιτο λόγος, οἱ δυσχερῶς ἔχοντες πρὸς ἐκείνους ταῦτ’ ἐπεισ- άγοντες δοκοῦσί τι λέγειν, εἰ δ’ ἐκείνους τις ἐπεπείκει
μὴ μέγα νομίσαι τὰς | βοάς, ἦσαν ἂν διὰ πάντων 2 ἄμεμπτοι.
Oratio 41. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.