ἵππους ἱπποφορβῷ τούτων ἂν ἕκαστον ἠδίκεις, οὕτω καὶ τοὺς τὴν Ἑλλάδα φωνὴν ἐν ταῖς χερσὶν ἔχοντας. οὐδὲ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς τὰ πράγματα τῆς ἀρχῆς τῆς ἐκείνου σοφίας ἐδεῖτο καὶ οὐ παρεδρεύσαντος πάντα ἂν ᾤχετο. ἠκούομεν γὰρ εἶναι τὸ ἔργον αὐτῷ φαγεῖν,
πιεῖν, κοιμηθῆναι, τέρψαι τοὺς ὀφθαλμοὺς τοῖς τε λοῖς κρουνοῖς τοῖς τε τὴν δεξαμενὴν ἐπιοῦσι πνεύμασι.
νήθη; φίλον | γὰρ εὖ ποιεῖν καλὸν εἶναι φήσεις, 1 εἶναι δέ σοι τὸν Ἀλέξανδρον φίλον. τί δ’; οὐχὶ καὶ ἡμεῖς φίλοι; πῶς οὖν ἐκ τῆς εἰς ἡμᾶς βλάβης ἐκεῖνον ἠξίους εὖ ποιεῖν; οὐκ ἂν τολμήσαις εἰπεῖν, ὡς ἡ φιλία τῆς φιλίας προτιμοτέρα καὶ Ἀλέξανδρος ἐμοῦ. εἰ δ’
οὖν καὶ λίαν ἐκεῖνος ἐμοῦ, ἀλλ’ οὔτοι γε τῶν Ἑλλη- νίων θεῶν οὐδὲ τῆς διὰ τοῦ θαλλοῦ κτησαμένης θεοῦ 2 3 τὴν Ἐρεχθέως μητέρα. κατὰ γὰρ τούτων ἁπάντων ἐκεῖνα ἐχαρίζου καὶ ταῦτα εἰς τάξιν παρελθὼν διὰ τούτων τῶν λόγων, οὐκ ἐκείνων.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.