ἑρμαίου καὶ τῶν οὐ πεπλευκότων ἐπὶ τἀκείνης αὑ- τοὺς ἐπαινούντων καὶ τῶν Ἀττικῶν λόγων ὠφελουμέ- νων ὑπὸ τοῦ τῶν μὲν ἐκπεσεῖν ἐκεῖνον ὧν εἶχε, τὰ δὲ μὴ λαβεῖν ἐφ’ ἅπερ ἦλθε, τὸν δὴ τοιοῦτον ὃν
ἄφωνον ὄντα ἐν οἷς ἦν ἔδει πάντα εἶναι τὸν | 1 χρόνον, ἀπέφηνας πάρεδρον διὰ τὸν πάντα σοι κακῶς πειθόμενον ἀδελφόν. καὶ τὸ μὲν ζεῦγος οὐ 2 3 4 προσδοκηθέντα τόνδε ἔφερε μετ’ ἐκείνου, τουτὶ δὲ πάλιν τοὺς περὶ ἡμᾶς νέους ἐφ’ ἕτερα μεθίστη καὶ ὧν κατεγνώ- κεσαν, ταῦτα ἐθαύμαζον. καὶ πάλιν λιμένες καὶ πάλιν νῆες καὶ Ἀδρίας καὶ Θύμβρις.
Oratio 40. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.