ἠξίου τῶν λημμάτων. ὁ δ’ ὑπέσχετο μὲν οὐκ ἐνοχλή- σεῖν, παρῆν δὲ αὖθις ἅμα ἡμέρᾳ, καὶ πόλιν ἡ κεφαλὴ καὶ πάλιν αἱ χεῖρες καὶ πάλιν τὰ γόνατα. καὶ ἢν οὐκ ἀπορία συμμάχων. αἱ γὰρ δὴ θεράπαιναι συνέπρατ- τον ἐχόμεναι δι’ ὧν αὖ καὶ εἴχοντο. καὶ ἐνταῦθα
μὲν τοιοῦτος, παρὰ δὲ ἑτέραις γυναιξὶ βελτίων, ἀλλ᾿ εἰς ὅσας οἰκίας παρέδυ, πολλαὶ δὲ αὗται, πανταχοῦ μὲν πολλαὶ διακονίαι, πανταχοῦ δὲ αἰτήσεις πανταχοῦ δὲ λήψεις, οὐδαμοῦ δὲ κόρος.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.