δὲ ταῦτα καὶ | τὰ κτήματα μή σε ἐκπληττέτω μηδὲ 1 ἐξαπατάτω μηδὲ μισθὸν ἀρετῆς ταῦτα εἶναι νόμιζε. εἰσὶ γὰρ δὴ μισθὸς δρόμων καὶ πόνων καὶ λόγων καὶ πράξεων αἰσχρῶν, ἃς φεύγων ἄνθρωπος ἐπιεικὴς δέ- ξαιτ’ ἂν πολλάκις μᾶλλον ἀποθανεῖν ἤ τι τοιοῦτον
ὑπομεῖναι. μεμίσθωκε δὲ αὑτὸν γυναιξὶ πολλῶν δε- σποίναις ἀνδραπόδων, ὧν ἕκαστον ἐκβάλλει τῆς αὐτοῦ τάξεως αὐτὸς ἀνθ’ ἑκάστου γιγνόμενος. ἀρκεῖ δὲ δὲν τῶν διδομένων, ἀλλ’ ἔτι προσαιτεῖ, δεῖται λαβεῖν χειρῶν ἁπτόμενος καὶ ποδῶν, ὀμνὺς ὀφείλειν οὐκ ὀφεί-
λῶν, δανειστῶν ὠμότητα τὴν οὐκ οὖσαν τραγῳδῶν.
Oratio 39. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.