παρὰ τοῦ τὰ Ὀλύμπια τιθέντος διδόμενα τοῖς δαιτυ- μόσι φέρειν οἴκαδε βαρεῖάν τε καὶ οὐ φορητὴν ἐποίει τὴν λειτουργίαν καὶ ἦν κίνδυνος μὴ μένειν τὴν ἐορ- 2 3 4 τήν. τοῦτ’ ἐγὼ παῦσαι βουλόμενος παρῄνεσα μὲν πολλοῖς, ἔπεισα δὲ ἔνα τῷ συμβούλῳ τὴν συμβουλὴν κρίναντα· μὴ γὰρ ἂν ὑπ’ ἐμοῦ τι ῥηθῆναί ποτε τῶν οὐ καλῶν. καὶ τυγχάνοι γε τοῦ Δῖός ἀντὶ τούτων εὐμενοῦς αὐτός τε καὶ ἡ τήθη. τῶν μὲν οὖν ἄλλων
οἱ μὲν ἐπῄνουν, οἱ δὲ οὐκ ᾐτιῶντο, εἰ δέ τις καὶ ἤχθετο, ἀλλὰ σιγῇ τοῦτό γε· μόνος δὲ οὗτος ἐκεκράγει καὶ τῷ μὴ τεθνάναι με δῆλος ἦν λυπούμενος, τῆς γὰρ αὐτῆς ἦν δήπου ψυχῆς τούτῳ τε ἥδεσθαι κἀκεῖνο βούλεσθαι, καὶ ἦν ἀδικώτερος τῶν οὐ συγγενομένων
ἡμῖν ὁ πεφοιτηκὼς καὶ τῶν τι δεδωκότων ὁ μηδ’ ὁτιοῦν.
ἀδικεῖν ἀποσπάσας τῶν ἐμῶν | θυρῶν φέρων θα- 5 τέρα φωνῇ δίδωσιν οὐκ ἐκείνης ἐπιθυμῶν, ἀλλὰ ταύ- την ὑβρίζων, μᾶλλον δὲ ἐμὲ τοῖς δευτέροις. καὶ αγγέλλει τῷ παιδὶ τῷ ταῖς πολλαῖς σαρξὶν ἀγαλλομένῳ τοῖς θεοῖς ἴσον ἄγειν τὸν Λίβυν τὸν καταγέλαστον
φείδεσθαί τε ἐν τοῖς ἐκείνῳ λυσιτελοῦσι μηδενός, μὴ ῥήματος, μὴ ἔργου, μὴ χειρός, μὴ ποδός, μὴ πολέμου, μὴ μάχης, μὴ τραυμάτων μηδ’ εἰ μέλλοι τοῖς ἐμοῖς συμπλέκεσθαι.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.