τοιούτῳ πράγματι παρ’ ἐμοῦ τυχεῖν, ἔτυχε, κακὸν δὲ ἄρα εὖ ποιῶν οὐκ ἠπιστάμην, πρὶν δὴ ἡ περὶ τὸν πόδα συμβᾶσά μοι τύχη τὸ πᾶν εἰς φῶς ἤγαγεν, ὅτε δὴ τῶν ἄλλων ἁπάντων ὀδυρομένων καὶ τοῦ λόγου 1 2 3 τοῦ περὶ τῆς συμφορᾶς ἐν ἁπάσῃ πόλει πεποιηκότος δάκρυα μόνος οὗτος κατασχεῖν αὑτὸν οὐκ ἐδυνήθη οὐδὲ συγκρύψαι τὴν χαρὰν λύπῃ πεπλασμένῃ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐρόμενος ἀπιστῶν, εἰ τοσοῦτον ἀγα-
θὸν αὑτῷ γεγένηται, ἐπειδὴ τοῦθ’ οὕτως ἔχειν ἔγνω καὶ οὐ ψεύδεσθαι τὸν λόγον, ἀναπηδήσας τε καὶ ἄρας ὑψηλὸν ἀπὸ τῆς γῆς ἑαυτὸν καὶ κροτήσας καὶ τἄλλα δὴ τὰ τῶν ἡδομένων ποιήσας ἐπέθηκε λαμπρᾷ τῇ φωνῇ τοῦ Δῖός εἶναι τοῦτο τὰ δίκαια ποιοῦντος.
Oratio 38. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.