οὖν τὸν περὶ ἐκείνων τολμῶντά τι τοιοῦτον εἰπεῖν μαίνεσθαι δεῖ νομίζειν, οὕτω καὶ τὸν περὶ τοῦδε, ἄλλως θ’ ὅτ’ οὐδὲ τοῖς ἀπὸ τοῦ γάμου μόνον δικαίοις ἐκωλύετ’ ἂν ἡ πρᾶξις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ γένους. ἡ γὰρ αὐτὴ καὶ γυνὴ καὶ ἀνεψιά, Κωνσταντίου γὰρ
ἦν ἀδελφή. ὁ δὲ οὐδετέρους δείσας θεούς, οὔθ’ οἷς γάμων οὔθ' οἷς γενῶν μέλει, τοιαῦτα πρὸς ἰατρὸν διελέγετο, ει' μὲν μεθ’ ἡμέραν, οὐκ αἰδούμενος τὸν Ἥλιον, εἰ δὲ νυκτός, τὴν Νύκτα;
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.