αὐτῷ γυναικός. ταυτὶ γὰρ ὀμνύντα λέγειν Ἐλπίδιον. καὶ προσῆν ἔπαινος Ἐλπιδίου, οὐχ ἵν' Ἐλπίδιος νεθῇ, ἀλλ’ ἵν’ ὁ ὅρκος πιστευθῇ. ἐνταῦθα ἀνεβόησα καὶ τὴν ψυχὴν πληγεὶς τῷ λόγῳ ἀλλ’ οὐχ ὡς οὐκ ἐπορνεύετο νέος ὤν, ὤμνυ ἂν Ἐλπίδιος, ἔφην.
καὶ ταὐτὰ εἶπον ἃ Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος, ὡς ἀπηγγέλλετο δεῦρο παρὰ τῶν ἐκεῖ χρόνον διατριψάν- των πολύν, καὶ ὡς ἀντὶ παλλακῆς γένοιτο τὰ μὲν ἄλλα 1 ἀνδρὶ σπουδαίῳ, τουτὶ δὲ ἀτυχοῦντι. ἦσαν δὲ | οἱ 2 3 φάσκοντες αὐτὸν καὶ μέχρι τῆς τελευτῆς ἐνέχεσθαι τῇ νόσῳ. καὶ οὕτω δὴ κατεχώσθης ὑπὸ τῆς ἀληθείας, ὥστε καὶ αὐτὸς ὡμολόγεις παρά του τῶν παρηδρευ- κότων αὐτῷ τοιαῦτα ἀκηκοέναι. τὸν οὖν τοιοῦτον ἄτιμόν τε εἶναι ἔφην γυναῖκα ἑκόντα γενόμενον καὶ
τὸ δύνασθαι κακῶς λέγειν ἕτερον ἀφῃρῆσθαι τῷ βίῳ. ταῦτ’ εἶπον.
Oratio 37. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.