τις ἔδωκεν, οὐκ ἐθελήσας οὐκ ἔδωκε. καὶ πολλοστὸν δὴ μέρος οἱ βουλόμενοι, τὸ δ’ οὐκ ἐθέλον πολύ. ποιεῖ δὲ τὴν ἀτέλειαν τῷ πένητι μὲν ἡ πενία, τῷ πλου- τοῦντι δὲ ὁ πλοῦτος. ὅτῳ γὰρ ἔνι πολλά, φοιτῶν ἡγεῖται χαρίζεσθαι. | οὐδ’ ἂν εἷς ἐφίκοιτο τῆς ἐμῆς 1 εἰς ὑμᾶς κηδεμονίας καὶ δικαιοσύνης. ὥστ’ εἰ τοῦτο
τὸ νῦν παρ’ ὑμῶν τισιν εὑρίσκεται, σαφέστατα θρώπων ἠδίκημαι χρηστοῖς οὐ χρηστὰ κεκομισμένος.
ἀναπηδήσαντας δρόμῳ τε συρρεῖν ὡς αὐτὸν καὶ παρα- πέμπειν, καὶ τὴν ἐπὶ τοὺς θρόνους αὖθις ὁδὸν ἀπὸ τῶν ἐκείνου νευμάτων ἐλάμβανον, ἀντιβλέπειν δὲ οὐκ ἐξῆν, ἀλλὰ κύπτειν τε ἔδει καὶ τὴν ὑπεροχὴν εἰδέναι. ὥστ’ οὐδεὶς ἂν τηνικαῦτα ἑτέρῳ παρεκάθητο, ἀλλ᾿ ἔδει
πάντα τοῦτον εἶναι τὸν χρόνον ἐκείνου τε καὶ τῶν παρ’ ἐκείνου. καὶ παραλείπω καινόν τινα φόρον νέων καὶ ὡς ὁ παῖς ᾦ πρὸς τοὺς ὁμιλητὰς ἐχρῆτο, τοῦτον εἰσέπραττε τὸν φόρον καὶ ὡς ἐν ταῖς ἐκδείαις ταύταις 5 ἔτρεμον οἱ διδάσκαλοι.
Oratio 36. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.