δὲ οὐδενὸς] οὐδενὶ πώποτε ἐνεκάλεσα μὴ τηρεῖν τὸν νόμον τοῖς τε συνδίκων δεομένοις οὐδεπώποτε παρ- ῄνεσα τοὺς μὲν φυγεῖν, τοὺς δὲ αὑτῶν προβαλέσθαι, τοὺς μὲν οὐδὲν εἶναι λέγων, τοὺς δὲ πάντα δύνασθαι. 1 | ἐν δὲ ταῖς προσρήσεσιν εἴ μέ τις φθάσειεν, 20 ἀδικεῖν ἡγούμην ἔν τε ταῖς ἀσθενείαις τὰ μὲν αὐτὸς ὡς αὐτοὺς ᾔειν, τὰ δ’ ἔπεμπον τοὺς εἰσομένους, οὗ τύχης αὐτοῖς εἴη τὰ σώματα.
εἴτε ἀναισθησίαν εἴτε φιλανθρωπίαν βούλεταί τις κα- λεῖν, οὐ διοίσομαι. οὐ τοίνυν οὔτε νοσοῦντας περιεῖ- δον οὔτε εἰς ταραχὴν ἐμπεσόντας ὑπὸ τῶν ἡδέως τοῖς τηλικούτοις ἐπηρεαζόντων, οἷς ἡ τοῦ στρατιώτου ηγορία μέγα πρὸς ὕβριν ἐφόδιον. ἐν τοίνυν τούτοις
ἐφρόντισα, προὐθυμήθην, ἤμυνα, ἐπήρκεσα, χειρὸς βαρείας ἐξειλόμην.
Oratio 36. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.