οὐκ οἶδεν, οἷά μοι παρὰ πάντα τὸν χρόνον ὑπὲρ τῆσδε τῆς βουλῆς τὰ μὲν εἴρηται, τὰ δὲ πέπρακται πρὸς τοὺς τὸ ἔθνος ἄγοντας, πρὸς τοὺς πλείοσιν ἔθνεσιν ἐφεστηκότας, πρὸς ὑπάρχων δυνάμεις, πρὸς αὐτοὺς τοὺς ἁπάντων κυρίους; τὸν συνεχῆ δὲ τοῦτον πόλεμον
τίς ἀγνοεῖ πρὸς τοὺς ἐν ἀρχαῖς γεγενημένους ὑπὲρ τῆς βουλῆς πολεμούμενον; οἱ τά τε ἀγαθὰ τὰ αὐτῆς σφῶν αὐτῶν ἡγοῦνται κακά, τὰ κακὰ δὲ ἀγαθὰ καὶ γενόμενοι στρατόπεδον βάλλουσιν, ἅπτονται, κακῶς νῦν μὲν λέγουσι, | νῦν δὲ ποιοῦσι. καίτοι τὰ 1 πολλὰ τῶν ταύτης ἔχοντες, τὸ δὲ ὅπως, νῦν οὐ καιρὸς
λέγειν, ὅτι μὴ πάντα, ἀγανακτοῦσιν.
Oratio 36. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.