1 2 3 4 5 6 7 8 9 δίκαιόν γε ἦν αὐτούς, εἴ γε λέγειν βουλομένους ἐπεῖχον, τοῦτό γε ἀπειθεῖν μοι καὶ κεχρῆσθαι πᾶσιν οἷς περὶ τοιοῦτον ἄξιον. ἀλλ’ οὗτοι μὲν αὑτοῖς ἀκο- λουθοῦσιν, ὦ νέοι, τοιοῦτοι δεικνύμενοι, ὑμᾶς δ’ ἄν
τις εἰκότως ἐπαινέσειε καὶ τῆς ὀργῆς ἣν ἐπὶ τοῖς πε- πραγμένοις ἐσχήκατε, καὶ τοῦ χαλεπαίνειν, ὅτι μὴ τὸν δεδρακότα ἴστε. δοκεῖτε γάρ μοι μηδ’ ἂν δικαστήριον ἀναμεῖναι καὶ κρίσιν, ἀλλ’ ἀντὶ γραφῆς ταῖς χερσὶν ἅπαντες χρήσασθαι.
Oratio 36. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.