παρελθών, ὅτι ταράξαι δυναμένους ἐγὼ διῆλθον λό- γους φάλαγγας ἐπισείοντας καὶ χρημάτων ἁρπαγὴν καὶ φόνον καὶ σίδηρον καὶ ὅτι νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων σφᾶς αὐτοὺς διασώζειν φυγῇ. εἰ δὲ ἐμὸς μὲν οὐδὲ εἷς τοιοῦτος λόγος, ὑμεῖς δὲ ὑμῖν αὐτοῖς
ταῦτα συμβεβουλεύκατε, πῶς οὐχ ὑμῖν αὐτοῖς ἐγκα- λοῖτ’ ἂν δικαίως; ἢ κἂν εἰ κακούργων ἐπιθεμένων ὑμῖν ἢ ἔτι πορευομένοις ἢ καὶ τὸν ἀγρὸν ἤδη κατει- ληφόσιν, οἶα πολλὰ πέπρακται τῶν ἄνευ λογισμοῦ 1 2 3 φευγότων τοῖς αὑτῶν κακοῖς τὰ τῶν λῃστῶν ἀμείνω πεποιηκότων, εἰ οὖν ὑπὸ τῶν πολλοὺς ἀπεκτονότων ἔκεισθον πληγέντε, καὶ τὰς ἀμφοῖν ψυχὰς ἐμὲ ἔδει τὸν εἰσπραττόμενον εἶναι καὶ τὸν πατέρα τοῦ παιδὸς ἥκειν ἐπὶ τήνδε τὴν εἴσπραξιν.
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.