κινῆσαι τὸν νόμον βουλόμενος καὶ τὸν ἐπιδεδειγμένον ἀποστερηθῆναι πάλαι νενικηκότος δικαίου, φθονῶν, ἐμοὶ δοκεῖν, τῷ τὸν λόγον εἰρηκότι τῆς δόξης. καίτοι πολὺ βέλτιον ἦν τὰ ’κείνου μιμούμενον τῶν αὐτῶν ἐκείνῳ τυχεῖν ἢ τοῦτο μὴ δυνάμενον τῷ κτησαμένῳ
ζητεῖν ἐπηρεάζειν.
τῶν τῷ καιρῷ χρωμένων, μᾶλλον δὲ εἰ μὲν οὐκ ἐχρῶ, ἀλλὰ τὸν λελυμένον δεδιὼς φόβον ἔκεισο ἐν ἀγρῷ τρυφῶν, σὸν τοῦτο, οὐκ ἐμὸν ἀδίκημα. καὶ γὰρ τῶν οὐ πλεόντων ἐν ἐξουσίᾳ τοῦ πλεῖν, ἀλλ’ οὐ τῆς μένης θαλάττης, εἴ τις αὑτὸν ἀποστερήσειε πλοῦ. εἰ
δ’ ἧκές τε ἐπὶ τοῖς ἡμετέροις γράμμασι καὶ τὰ τῶν μανθανόντων ἐποίεις, ποῦ τριῶν μηνῶν ἀπόλωλέ σοι τὸ κέρδος;
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.