οὐκ αἰτιώμενον, οὐδ’ ἔστιν οὐδεὶς οὕτως ἀνθρώπων ἄτοπος, ὃς ἂν ἀστρατείας διώξαι τὸν τοιοῦτον· ἐγὼ δὲ ἀπὸ τῆς αὐτῆς ἀνάγκης ἐκλιπών τι τῶν εἰωθότων ἔχω τὸν γραφόμενον; καὶ τίς νοσήσας κακὸς ἔδοξεν, ὅτι νενόσηκεν; οὐδείς, πλὴν εἰ τὸ νόσημα αὐτὸς ἐφύ-
τευσεν αὑτῷ. πολλαχόθεν δ’ ἂν τοῦτ’ ἀνθρώπῳ συμ- βαίη. κἀν τοῖς γυμνικοῖς ἀγῶσι πολλάκις ἑωράκαμεν ἠσθενηκότας ἀθλητὰς οὐδ’ ἀποδῦναι δυνηθέντας, οἶς παρὰ πάντων τῶν θεατῶν ἔλεος, οὐ μέμψις, ἀλλ’ οὐδ’ ἐπανελθοῦσιν οἴκαδε παρὰ τῶν οἰκείων, ἀλλ’ ἠτυχη- 1 2 κεναὶ μὲν αὐτοὺς φαίη τις ἄν, | ἀδικῆσαι δὲ οὐδὲ 3 μικρόν.
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.