καὶ τοῦ δύνασθαί τι ποιεῖν πέπαυται. ἀλλ’ εἶπεν ἄν τις ὑπὲρ τοῦ νεκροῦ τὰς Μοίρας καὶ τὰ ’κείνων καὶ ὡς ἔδει μὲν κατὰ ταῦτα τεθνάναι, παρὰ δὲ τῶν 2 οἰχομένων ἔργον οὐδὲν ἂν εἵη. σὺ δ’ εἰ μὲν αἰχμά- λωτος ὢν ἐδέθην ὑπὸ λῃστῶν ἑλόντων, οὐκ ἂν ᾐτιῶ με μὴ τὰ τοῦ διδασκάλου ποιοῦντα πρὸς τοὺς νέους, δεσμῷ δὲ ἐχόμενον πολὺ πικροτέρῳ, προσθείην δ’ ἂν
καὶ ἰσχυροτέρῳ, τῶν νέων ἠξίους ἐπιμελεῖσθαι, καὶ τὸν αὐτὸν κινεῖσθαι μὲν μὴ ἔχειν, χορεύειν δὲ δύνα- σθαι; καὶ πῶς ἔνι ταῦτα γενέσθαι;
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.