μάτων ἐπὶ τὰ κρείττω μεταβολῆς εἰσφέροντες οὐκ ἐλή- 1 2 3 ξαμεν, ἀλλ’ ἀπὸ τοσούτων ὁμιλητῶν εἰς δώδεκα, ἔπειτα εἰς ἑπτὰ καταβάντες οὐκ ἐγενόμεθα χείρονες, ἀλλ’ ἐχωροῦμεν εἰς τὸ διδασκαλεῖον διὰ τοὺς οὕτως ὀλίγους οὐδὲ τοῦτο βραδύτερον ἢ πρότερον ποιοῦντες, ἀλλ’
οἷοιπερ ἦμεν ἐν πλείοσι, τοιοῦτοι κἀν τοσούτοις οὐδὲν τοῦ περὶ ταῦτα μεταθέντες νόμου. καὶ ἐγένετο δὴ καὶ προσηγορία τις τοῖς μεμενηκόσιν ἀπ’ αὐτοῦ τοῦ μεμενηκέναι χαρίεσσα. τούτων ἐξῆν εἶναι καὶ ὑμῖν, εἴπερ ἠθέλετε. νῦν δὲ τοσαύτας μεθυσθέντες ἡμέρας
ἥκετε σφοδροὶ λόγων ἐπιθυμηταὶ καὶ προσδοκᾶτε τοῦ 4 πολλοῦ χρόνου τὰς ὑμετέρας | κατ’ ἐμοῦ περιέσε- σθαι βλασφημίας.
ἡμέρας. τούτου δὲ τὴν αἰτίαν ἐν τοῖς πράγμασιν εὕροι τις ἄν, οὐκ ἐμοί. τὰ μὲν γὰρ ὑμῖν εἰς τέλος ἀφῖκται καὶ σιωπῶ τὸ τάχος, τὰ τελεώτερα δὲ γράφειν εὐθὺς οὐκ ἐνῆν, ἀλλ’ ἔδει πρότερον ἐλθεῖν διὰ βιβλίου τινὸς καὶ ἐλθεῖν γε οὐχ ἕνα, ἀλλὰ σὺν ἑτέροις ἐννέα
νέοις ἢ πλείοσιν ἢ οὐ πολύ γε ἐλάττοσιν. οἱ δὲ οὐκ ἐφαίνοντο.
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.