καὶ παρ’ ὑμῶν ἐγίγνετ’ ἂν νομιζόντων μᾶλλον ὑμῶν ἐμὲ τὸ δέον ἑωρακέναι καὶ εἰ διὰ μηδὲν ἕτερον, κατά γε τὸ πλῆθος τῶν ἐτῶν, ἴσμεν δέ, ὁπόσον τούτῳ δί- δωσιν ὁ τῶν ποιητῶν κορυφαῖος. νῦν δ’ ἐμοῦ μὲν καταγνόντες ἐπιθυμεῖν θανάτου, εὐβούλους δὲ ὑμᾶς
αὐτοὺς ἡγησάμενοι ταῖς ἐν ἀγρῷ τέρψεσι τὰ Μουσῶν | ἐβλάψατε. ἐπειδὴ τοίνυν ποθ’ ὑμῖν ἐπανελθεῖν 1 ἔδοξε, τί δύναισθ’ ἂν ἡμῶν ἐνταῦθα κατηγορεῖν, ὡς ὑμεῖς μὲν ἐπεθυμεῖτε τῶν παρ’ ἡμῶν, ἡμεῖς δὲ οὐ μετεδίδομεν;
Oratio 34. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.