ὡς ἐπ’ ἔργοις ἑκουσίοις ἀξιοῖ. καίτοι εἴ τι καὶ χρη- στὸν ἐν τούτοις ἐστί, Δεινίου τοῦτο ἔστι τοῦ κατα- κεκλεικότος αὐτὸν ἐν ἐκείνοις τοῖς τόποις. ἐφ’ οὓς ἧκον μὲν οἱ ῥήτορες, ὡς μᾶλλον αὑτοῖς αὐτόθι χρη- σόμενοι σχολὴν ἄγοντος τοῦ τὴν ἀρχὴν ἔχοντος, 1 2 ὁρῶντες | δὲ αὐτὸν τῷ σίτῳ μόνον προσκεέμενον 3 τἄλλα ἐῶντα χαίρειν, οὕτω μεγαλήτωρ ἦν κατὰ τοὺς ποιητὰς εἰπεῖν, ἀναβάντες ἐπὶ τοὺς ἵππους δεῦρ’ ἥκον- τες συνῆσαν ἀλλήλοις οὐ πείσαντες, εἶτ’ ἀπελθόντες, ἀλλὰ σιγῇ τοῦτο δράσαντες εὖ εἰδότες, ὡς ἐδίδοσαν
χάριν. τοσοῦτ’ ἀπεῖχον τοῦ τι δεινὸν ἐντεῦθεν γενή.- σεσθαι νομίζειν.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.