δεξιοῖς ἀναγκάζων αὐτοῦ τὴν ἄνοιαν διάγειν, οὗ τῆς ἀνοίας ἔμελλεν ἕξειν ἥττονα τὸν ἔλεγχον. καίτοι μέγα φρονεῖν ἀξιοῖ τὸ καῦμα τὸ παρ’ ἐκείνοις τραγῳδῶν. ἐγὼ 1 2 δὲ τῶν μὲν ἐπὶ τούτοις αὐτὸν ἐπαίνων οὐκ ἀποστερῶ, πάνυ γὰρ δὴ γενναίως ἐνεγκεῖν τήν τε φλόγα λέγεται καί τινας ἑτέρας ταλαιπωρίας, οἶδα δ’ ὅτι καὶ πάντες οἱ περὶ αὐτὸν καὶ οἱ τούτων οἰκέται καὶ ὀνηλάται τὸν
αὐτὸν ἤλιον, ἥλιον, ὥστ’ εἰ τούτῳ σεμνύνεσθαι δώ- 3 σομεν, κἀκείνοις | καὶ πολλῷ γε πλέον ἐκείνοις, ὅσῳ τῆς θεραπείας ἧς οὗτος ἀπήλαυεν, οὐκ ἦν ἐκεί- νοις. ὅ γε μὴν ἔπραττε, τί ποτ’ ἦν τοῦτο; ὅ καὶ τῶν ὑπηρετῶν ὁστισοῦν ῥᾳδίως ἄν, ὥσπερ αὖ καὶ τὸν ἔμ-
πρόσθεν χρόνον, ἐν ᾧ τῇδε τοῖς ἄρχουσι καθημένοις τὰ τοιαῦτα ὀξέως ἐπράττετο.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.