θρωπος. εἰ δὲ τοῦτο μὲν οὔ, διέθηκε δὲ οὕτω τοὺς ἀρχομένους, ὡς ἤκουσάς μου διδάσκοντος, ἀγαθός ἐστι κακὸς ὤν, ἐπεὶ μὴ χρημάτων <εἵνεκά> ἐστι κακός; δὲ αὐτὸν μὲν οὔ φημι λαβεῖν, λαβεῖν δὲ ἑτέρους διὰ τοῦτον τῶν μὲν ἀδικεῖν προαιρουμένων ἐπί τε τοὺς
κηδεστὰς καταφευγόντων καὶ τὸν τούτου ἀδελφὸν καὶ τὴν τούτων μητέρα καὶ τὸν οὐδεπώποτε] ταύτην | 1 2 λυπήσαντα τὸν βέλτιστον ἰατρόν, ὧν ἕκαστος 3 ὅτου μνησθείη, τοῦτ’ εὐθὺς ἔδει πεπρᾶχθαι, ἦν δὲ οὐχ οἷόν τε ὁμοῦ καὶ τοὺς νόμους κρατεῖν καὶ τού- τους κερδαίνειν. οἱ δὲ ἐκέρδαινον καθ’ ἑκάστην ἡμέ- ραν. οὐκ ἄρα τοῖς νόμοις ὑπῆρχε κρατεῖν. ὁ δὲ τὸ
δύνασθαι τοὺς νόμους ἀφαιρούμενος σώζειν ἂν αὐτοὺς οὗτος δοκοῖ; τί γάρ; εἰ τὸ χρυσίον εἰς μὲν τὰς τοῦδε χεῖρας οὐκ ἔρχοιτο, εἰς δὲ τὰς ἑτέρων τούτου ποντος, ἦττον τὸ δίκαιον ἐκ δωροδοκίας ἀπόλωλεν;
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.