εἰσελθών τις ὡς αὐτὸν τῶν εἶναι δοκούντων φίλων εἴπῃ τἀληθῆ περὶ τοῦ πράγματος καὶ παραινέσῃ πεπαῦσθαι, ληρεῖν ἔδοξε. καίτοι τίς ἡ περὶ τοῦτο σπουδὴ <τὸ> εἶναι τοσοῦτον ἐν καθευδούσῃ τῇ πόλει; οὐ γὰρ ἂν τοῖς καθεύδουσιν εἴη ἄν τι παρ’ αὐτοῦ τοῖς τε φύλαξιν
ἀπόχρη τὸ ἀρχαῖον· κακούργους γε οὐκ ἔστιν εἰπεῖν ἥττους μὲν γεγονέναι νῦν, εἶναι δὲ πρὸ τοῦ πλείους. ἀλλ’ ἔστιν ἅπαν τοῦτο μέθης καὶ ἀσελγείας καὶ τοῦ μηδὲν φροντίζειν τῶν ἐν πενίᾳ ζώντων.
Oratio 33. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.