ἡγούμενος πόσου τοίνυν ἀπεδόμην τὴν μονήν; ἠρόμην. ὁ δὲ τοῦτο μὲν ἔφη μικρὸν ὕστερον δείξειν, ἔχειν δὲ τὸ πρᾶγμα οὐκ ἄλλως, ἀλλ’ ἐμὸν εἶναι τὸ ἔργον. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ δείλης προσπεσών μου ταῖς θύραις καὶ περὶ αὐτὰς εὑρὼν παῖδα τὸν
ἐμὸν καθήμενον, οὗ τἀμὰ γνώμῃ βασιλέως γέγονε κε- λεύσαντος ὑποχωρῆσαι τὸν περὶ ταῦτα νόμον, τοῦτον οὖν ὁ Θρασύδαιος εὑρὼν εἵλκυσεν εἰς λειτουργίαν 1 βοῶν καὶ μόνον οὐ παίων λέγων αὐτὸν | κεκτῆ- σθαι γῆν ἀνδρὸς βεβουλευκότος.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.