εἰπὼν οὖν καθήμενος καὶ καταγελώμενος πολλάκις ὁρμήσας ἐπὶ τοὺς νέους καὶ τὰ ’μαυτοῦ κωλυθεὶς ὑπό του τῶν φίλων ὡς ἀδικήσων τὸν στρατηγόν, εἰ οὕτως ἀπέλθοιμι, χωρῶ τε παρ’ αὐτὸν καὶ εἰπὼν οὐδὲν δε- δυνῆσθαι τῆς ἐκείνου ῥώμης ἔφην δεῖσθαι τὸ πρᾶγμα.
| καὶ οὐκ ἐψευδόμην· ὑποδείξας γὰρ ὀργῆς τι 1 πάντας εἶχε δεχομένους τὴν ὁδόν, ἐρομένων δέ, ὅστις τοῖς ἐκείνων ἀντ’ ἐκείνων ἀρκέσει, τῷ μὲν τὸν κηδε- στὴν εἶπε, τῷ δὲ τὸν ἀδελφόν, Θρασυδαίῳ δὲ αὑτόν. 2 3 καὶ ὃς προσεκύνησεν, οὐχ ὡς ἄν τις ἐξομνύμενος, ἀλλ’ ὡς ἄν τις ἔχων τοιοῦτον ὑπὲρ τοιούτων ἐγγυητήν. εἰπόντος δέ τινος Μενέδημον καὶ ὡς τὰ μέγιστα ἂν ὀνήσαι καὶ φρονήσει καὶ γλώττῃ καὶ δάκρυσιν, οὗ τού-
των καιρός, ὁ στρατηγὸς οὐκ ἐδέξατο, πρὸς τί μὲν βλέπων, οὐκ οἶδα, καὶ γὰρ οὐδ’ ἐφθέγξατο, οὐ μήν, ὅπερ ἔφην, ἐδέξατο.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.