σθείη κακίων; οὕτως οὐδὲν ἐν οἷς οὐκ ἐρεῖν ἔφη παρῄει, ἀλλ’ ᾤετο μὲν ταράξειν λέγων ἔχειν, εἶχε δὲ οὐδέν.
ἐποιεῖτο τὴν αὐτὴν ἐπίδειξιν καὶ πάλιν αὐτὸς ἦν ταὐτὰ μὲν κατηγορῶν, ταὐτὰ δὲ ἀπειλῶν, ταὐτὰ δὲ φθεγγό- μενος ἐν ξένοις, ἐν πολίταις, ἐν τοῖς ἐμοῖς φιλτάτοις. εἶθ’ ὡς ἀπεῖπεν ὑβρίζων, παριόντα προσεῖπε κυνὸς ἁπάσης παρελθὼν ἀναίδειαν. ἐγὼ δὲ ὢν ὅσπερ εἰμί,
πάντως δὲ οὐκ ἀγνοεῖς, ὦ Νικόκλεις, τὸν τρόπον οὐδ’ ὡς μεμελέτηκα τὰ τοιαῦτα φέρειν, τί οὖν ἔμελλον δράσειν ἢ ὅπερ πεποίηκα; ἀντιπροσεῖπον.
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.