ποίου σιδήρου; τίνος πυρός; ἤ, εἰ μὴ τοῦτο, ποίας μέθης; τί δαί μοι καὶ τὸ κέρδος εἰδέναι ταῦτα τούτου μέλλοντά γε θρασύτερον οἷς ἤκουσεν ἔσεσθαι; ᾔδειν δὲ αὐτοῦ τὴν φύσιν τὴν εἰς ὀργὴν μὲν ἑτοίμην, κινη- θεῖσαν δὲ οὐκέτ’ οὖσαν καθεκτὴν οὐδὲ δυναμένην
αἰδεσθῆναι τῶν πάντων οὐδέν. ἐμαυτὸν οὖν τηνάλλως κατεκρήμνιζον; οὕτω δέ ἐστι σοφός, ὥστ’ οὐχ ὁρᾶ καθ’ ἑκάτερον αὑτὸν αἱρῶν, εἴτε ἤκουσεν εἴτε καὶ οὐκ ἤκουσεν. ἢ γὰρ ἐσυκοφάντει τὰ οὐκ φαινόμενος ἢ τὴν ἐν τῇ φιλίᾳ πίστιν ἠδίκει, εἴπερ
ὡς οὐκ ἐξερῶν ἀκούσας ἐξεῖπεν ἀκηκοώς.
οὔτε γὰρ ἐν τῇ βουλῇ τοιοῦτον εἶπον οὐδέν, ὅτι ὦ ἄνδρες, οὐκ ἔστι Μενερήμῳ κινεῖσθαι. πῶς ἂν οὖν πρεσβεύσειε; τῷ τε στρατηγῷ σιγῶν παρεκαθή- 1 μὴν διέχων τοσοῦτον, | ὡς μηδὲ δύνασθαι συκο- φαντηθῆναι τὸν ὦμον, οὔτε ἔξω τούτων οὐδὲν ἐπράχθη
τι παρ’ ἐμοῦ πρὸς τοῦτο φέρον. καὶ δὴ καὶ τὸν Ἥλιον ὄμνυμι καὶ πάντας θεοὺς μήτ’ ἀκηκοέναι τι πάρα 2 3 Μενεδήμου περὶ τῆς ἐνταῦθα βοηθείας μήτε συμβε- βλῆσθαι μηδὲν μήτ’ εἰδέναι μοι χάριν ὑπὲρ τοιούτου μηδενὸς Μενέδημον.
ἐλθὼν οὐδεὶς ἕτερος ἠρωτῆσθαί τι τοιοῦτον; καίτοι καὶ εἰ πάντες τῶν αὐτῶν ἦσαν ἀκούσαντες ῥημάτων, οὐδ’ οὕτω τοῦτ’ ἂν ἔπραττε Μενεδήμῳ τὴν μονήν. ἦν γὰρ τοῖς ἠρωτημένοις, εἵπερ ἤθελον, ἀποκρίνασθαι καὶ πάνυ τὸν ἄνθρωπον δύνασθαι. νῦν δ’ οἱ μὲν
οὐκ ἤκουσαν, σὺ δὲ πρὸς τῷ τοίχῳ μόνος καὶ μικρᾷ γε τῇ φωνῇ. τίς οὖν ἐντεῦθεν ἀπαλλαγὴ τῷ | Με- 4 νεδήμῳ;
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.