χρόνον ἠξίου νομίζεσθαι καὶ εἰ τῴ γε ἧττον ἑτέρου δοκοίη, δεινὰ πάσχειν ἔφασκε καὶ ἀδικεῖσθαι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τοῖς γὰρ εἰσιοῦσιν ὡς αὐτὸν ὁπότε ἀσθενοίη, ἦν ὁρᾶν εἰκόνα ἐμὴν ὑπὲρ τῆς κλίνης αὐτοῦ καὶ ἐφιλοτιμεῖτο τῇ τιμῇ καὶ οὐ τοῦτ’ ἔφασκεν
εἶναι θαυμαστόν, εἰ αὐτὸς ἔχοι, ἀλλὰ τὸ μὴ καὶ πάντα τὸν | ἐμῶν περὶ αὑτὸν ἀπολελαυκότα πόνων. 1 ἔστιν οὖν ὅπως ἐκεῖνα πεπεισμένος ταῦτα ἂν ἔδρα; οὐκοῦν ἐξελέγχεται συκοφαντῶν οἰόμενος παροξυνεῖν έπ’ ἐμὲ τῶν ἀκουόντων ἕκαστον καὶ κοινόν τινά μοι
2 τοῦτον περιστήσειν πόλεμον;
Oratio 32. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.