ἑτέρους ἐκ γεωργίας τοιαύτης ὠφελημένους οὐκ ἦν ἰδεῖν. ἐφοβήθην οὖν μὴ τοῖς ἀντιλέγειν μοι προῃρη- μένοις ἡ κατ’ ἐκείνων λαβὴ καὶ τὸ ὑπὲρ τούτων κατὰ βλάψῃ δίκαιον. ἂν οὖν εὕρω μεγαλοψύχους ὑμᾶς ἐπὶ τοῦ πρώτου λόγου, θαρρήσω καὶ περὶ τοῦ δευτέρου,
καὶ τῶν ἅλως δεομένων θεραπείας περὶ τοὺς λόγους, πολλὰ γὰρ νοσεῖ, τεύξεται φροντίδος καὶ συμβουλῆς ἕκαστον. ἡ γὰρ τῶν ἀκουόντων προθυμία πολλὰς ήσει τὰς εἰσηγήσεις.
καὶ τοῦ τρίβειν ἡμέραν ἐξὸν οὑτωσὶ προσελ- θόντα τῶν πολιτευομένων ἑκάστῳ καὶ δια- λεχθέντα βραχέσι ῥήμασι ποιῆσαι ταὐτό; αῦτα ἐρεῖ τις ἄνθρωπος ὅς ἐφ’ ἅπαντας μὲν ἀφίησι σκώμματα καὶ τέρπειν οἴεται τοὺς συνόντας, ἔστι δὲ
πλέον ἀηδής, ἢ χαρίεις εἶναι νομίζει.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.