σκυτοτόμων καὶ τεκτόνων; οὐδείς. ἀλλ’ ὄμως εὐ- 1 ποροῦσι καὶ τρυφῶσι καὶ μεθύουσι καὶ | γεγόνασι σεμνοί. τί οὖν θαυμαστόν, εἰ ὥσπερ τὰ ’κείνων ἦρται παρὰ τὴν ἀξίαν, οὕτω τὰ τούτων ἐταπεινώθη;
ἀλγεῖς καὶ λέγεις, τοῖς δ’ ἄλλοις παιδευταῖς οὐ συναγορεύεις; ὅτι τὰ τούτων ἀκριβέστερον ἐπίστα- 2 3 4 5 μαὶ τῶν συνόντων, τῶν συντεταγμένων, τῶν συμπο- νούντων, τῶν συνᾳδόντων, τῶν τὸν αὐτὸν πληρούν- των χορόν, τά δὲ τῶν ἄλλων ἴσως μὲν οὐδ’ αὐτὰ καλῶς διάκειται, οὐ μὴν ἐδεήθησάν γε προσελθόντες γενέσθαι περὶ αὑτῶν ἐν ὑμῖν λόγον. μεμνῆσθαι δὲ
πενίας ἐν πλείοσιν αὐτῶν τῶν οὕτω πραττόντων οὐ βουλομένων ἴσως ἂν εἶχεν αἰτίαν.
Oratio 31. Libanius. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.